sábado, 25 de septiembre de 2010
ΜΙΚΡΟΙ ΔΙΑΛΟΓΟΙ 2
(se agradecen las correcciones)
2
Διδάσκαλος· Τήμερον τὸ ρῆμα μανθάνομεν.
Μαθητής· Εὖ γε, τὸ δὲ ρῆμα τί ἐστιν;
Διδάσκαλος· Τὸ μανθάνομέν ἐστι ρῆμα ἐκ τοῦ μανθάνειν. Ρῆμα γὰρ τὴν ἐν τῷ λόγῳ ἐνέργειαν σημαίνει, οἷον, τρέχειν, γράφειν, ἀκούειν, διδάσκειν καὶ ἄλλα πολλά.
Μαθητής· Ὁρῶ δή.
Διδάσκαλος· Λέγε οὖν παράδειγμα ἐκ τοῦ μανθάνειν.
Μαθητής· Ἐγὼ μὲν μανθάνω, μαθητὴς γάρ εἰμι. σὺ δὲ οὐ μανθάνεις, ἀλλὰ διδάσκεις, διδάσκαλος γὰρ εἶ. ἡ δ᾿ Ἑλένη μανθάνει, μαθήτρια γάρ ἐστιν.
Διδάσκαλος· Λέγε ἄλλῳ τρόπῳ τὸ ἡ Ἑλένη μανθάνει.
Μαθητής· Ἐκείνη μανθάνει, αὕτη μανθάνει, ἡ δὲ μαθάνει...
Διδάσκαλος· Κάλλιστα εἶπες, τί ἄλλο;
Μαθητής· ὁ Φαῖδρος καὶ ἐγώ...
Διδάσκαλος· Μὴ λέγε “ὁ Φαῖδρος καὶ ἐγώ”, οὐ γὰρ καλόν, ἀλλὰ "ἐγὼ καὶ ὁ Φαῖδρος”.
Μαθητής· Ἐγὼ καὶ ὁ Φαῖδρος μανθάνομεν, μαθηταὶ γάρ ἐσμεν.
Διδάσκαλος· Λέγε ἄλλῳ τρόπῳ τὸ Ἐγὼ καὶ ὁ Φαῖδρος μανθάνομεν.
Μαθητής· Ἡμεῖς μανθάνομεν.
Διδάσκαλος· Καλῶς εἶπες. Σὺ καὶ ὁ Φαῖδρος μανθάνετε, μαθηταὶ γάρ ἐστε. Λέγε δὲ ἄλλῳ τρόπῳ τὸ Σὺ καὶ ὁ Φαῖδρος μανθάνετε.
Μαθητής· Ὑμεῖς μανθάνετε.
Διδάσκαλος· Ἆρα καὶ οἱ φίλοι σου μανθάνουσιν;
Μαθητής· Ναί, ὦ διδάσκαλε, καὶ ὁ Φαῖδρος καὶ ἡ Ἑλένη μανθάνουσιν.
Διδάσκαλος· Καὶ δὴ καὶ σπουδαῖοί εἰσι μαθηταί. Καλῶς εἶπες, ὦ Φίλιππε, οὐ μόνον τὰ ἐκ τοῦ μανθάνειν παραδείγματα, ἀλλὰ καὶ τὰ ἐκ τοῦ εἶναι.
Μαθητής· Τὸ εἶναι τοῦτο τί ἐστιν;
Διδάσκαλος· Ἄτακτον ρῆμα.
Μαθητής· Τί σημαίνει τὸ ἄτακτον;
Διδάσκαλος· Σημαίνει ὅτι ὑπερφυῶς τῶν ἄλλων ρημάτων διαφέρει, οὐ γὰρ δυνατὸν τὸ εἶναι μετὰ ἐκείνων τάττειν. Δεῖ οὖν οὐ μόνον μανθάνειν τοῦτο τὸ ρῆμα ἀλλὰ καὶ ἐκμανθάνειν· εἰμί, εἶ, ἐστίν, ἐσμέν, ἐστέ, εἰσίν.
Μαθητής· Καὶ ὁ ἀδελφός μου ἄτακτος.
Διδάσκαλος· Οὐ μέντοι ὡς ρῆμα ἀλλ᾿ ὡς κακὸς μαθητής.
Μαθητής· Τοῦτο δὲ τὸ ρῆμα ὥσπερ τὰ ἄλλα ἐνέργειαν σημαίνει;
Διδάσκαλος· οὐ δῆτα, ἀλλὰ στάσιν. τῶν γὰρ ρημάτων τὰ μὲν ἐνέργειαν, τὰ δὲ στάσιν, τὰ δὲ πάθημα σημαίνει.
Μαθητής· Πάντα τὰ ρήματα τὸ -ειν ἔχει τὴν λήγουσαν;
Διδάσκαλος· Οὔκ, ἀλλὰ πολλαὶ αἱ λήγουσαι. Ἅλις ρημάτων τῇ νῦν γε ἡμέρᾳ. Ἔρρωσο, ὦ Φίλιππε.
Μαθητής· Ἔρρωσο καὶ σύ, ὦ ἀγαθὲ διδάσκαλε.
2
Maestro: Hoy aprendemos el verbo.
Alumno: Muy bien. ¿Qué es el verbo?
Maestro: Aprendemos es un verbo, del verbo aprender. Pues un verbo indica la actividad en la oración, como por ejemplo, correr, escribir, oír, enseñar y otros muchos.
Alumno: Ya veo.
Maestro: Entonces di un ejemplo con el verbo aprender.
Alumno: Yo aprendo, pues soy alumno. Tú no aprendes, pues eres profesor. Helena aprende, pues es alumna.
Maestro: Di de otra manera Helena estudia.
Alumno: Ella estudia, ella estudia, ella estudia.
Maestro: Perfecto ¿Qué más?
Alumno: Fedro y yo...
Maestro: No digas Fedro y yo, que no está bien, sino Yo y Fedro.
Alumno: Fedro y yo aprendemos, pues somos estudiantes.
Maestro: Di de otra manera eso de Fedro y yo aprendemos.
Alumno: Nosotros aprendemos.
Maestro: Bien dicho. Fedro y tú aprendéis, ya que sois alumnos. Pero di de otra manera Fedro y tú aprendéis.
Alumno: Vosotros aprendéis.
Maestro: ¿Es que tus amigos también aprenden?
Alumno: Sí, maestro, tanto Fedro como Helena aprenden.
Maestro: Y son estudiantes aplicados, desde luego. Has dicho bien los ejemplos, no sólo con el verbo aprender sino también con el verbo ser.
Alumno: ¿Qué es eso de ser?
Maestro: Un verbo irregular.
Alumno: ¿Qué significa irregular?
Maestro: Significa que es muy distinto al resto de los verbos, pues no es posible clasificarlo entre ellos. Así que no sólo hay que estudiar ese verbo sino también memorizarlo: soy, eres, es, somos, sois, son.
Alumno: Mi hermano también es irregular (=indisciplinado).
Maestro: Pero no como verbo sino como mal alumno que es.
Alumno: ¿Ese verbo indica actividad como los demás?
Maestro: No, claro, sino estado. Pues unos verbos indican actividad, otros estado y otros pasividad.
Alumno: ¿Todos los verbos terminan en -ειν?
Maestro: No, las terminaciones son muchas. Pero basta de verbos, al menos por hoy. Que sigas bien, Filipo.
Alumno: Salud también a ti, buen maestro.
jueves, 23 de septiembre de 2010
ΜΙΚΡΟΙ ΔΙΑΛΟΓΟΙ 1
(Se agradecen las correcciones)
1
Μαθητής· Χαῖρε, ὦ διδάσκαλε.
Διδάσκαλος· Χαῖρε καὶ σύ, ὦ Φίλιππε. πῶς ἔχεις;
Μαθητής· Καλῶς ἔχω, καὶ σὺ;
Διδάσκαλος· Καὶ ἐγὼ καλῶς ἔχω. Τίς δ᾿ ἐστιν οὗτος;
Μαθητής· Φίλος μου, ὄνομα αὐτῷ Φαῖδρος.
Διδάσκαλος· Καλὸς ὁ φίλος σου.
Μαθητής· Καλὸς δὴ ὁ Φαῖδρος, ὧ διδάσκαλε, καὶ ἀγαθός.
Διδάσκαλος· Αὕτη δὲ καὶ φίλη σου ἐστίν;
Μαθητής· Ναί, ὄνομα αὐτῇ Ἑλένη.
Διδάσκαλος· Καλὴ ἡ φίλη σου, ὦ Φίλιππε.
Μαθητής· Καλὴ δὴ ἡ Ἑλένη, ὧ διδάσκαλε, καὶ ἀγαθή.
Διδάσκαλος· Τί δ᾿ ἐστι τοῦτο;
Μαθητής· Κάλαμος.
Διδάσκαλος· Τίνος ἐστὶν οὗτος ὁ κάλαμος;
Μαθητής· Ἐμὸς ἐστὶν οὗτος ὁ κάλαμος.
Διδάσκαλος· Τίνος κάλαμος ἐστίν;
Μαθητής· Ἐμὸς κάλαμός ἐστιν.
Διδάσκαλος· Τί οὖν ἐστιν;
Μαθητής· Ὁ κάλαμός μου ἐστίν.
Διδάσκαλος· Καλῶς εἶπες, τοῦτο δὲ τί ἐστιν;
Μαθητής· Θήκη ἐστίν.
Διδάσκαλος· Τίνος ἐστὶν αὕτη ἡ θήκη;
Μαθητής· Ἐμὴ ἐστὶν αὕτη ἡ θήκη.
Διδάσκαλος· Τίνος θήκη ἐστίν;
Μαθητής· Ἐμὴ θήκη ἐστίν.
Διδάσκαλος· Τί οὖν ἐστιν;
Μαθητής· Ἡ θήκη μου ἐστίν.
Διδάσκαλος· Καὶ νῦν καλῶς εἶπες. τοῦτο δὲ τί;
Μαθητής· Βιβλίον.
Διδάσκαλος· Τίνος;
Μαθητής· Ἐμόν.
Διδάσκαλος· Καὶ τοῦτο βιβλίον σόν ἐστιν;
Μαθητής· Οὐκ ἐμὸν ἀλλὰ τῆς Ἑλένης ἐστὶ τοῦτο τὸ βιβλίον.
Διδάσκαλος· Τὸ τῆς Ἑλήνης βιβλίον καὶ τὸ βιβλίον σου ὅμοια ἐστιν.
Μαθητής· Ναὶ, πάντα γὰρ τὰ βιβλία ὅμοια... ἀλλὰ τὸ ἐμὸν κάλλιον.
Διδάσκαλος· Καλῶς εἶπες, ὦ ἀγαθέ... τὸ σὸν κάλλιον.
Ἐν νῷ ἔχω·
Τίνος ἐστὶ τὸ βιβλίον; > ἐμόν ἐστιν τὸ βιβλίον, σόν ἐστιν τὸ βιβλίον.
Τίνος βιβλίον ἐστιν; > ἐμὸν βιβλίον ἐστιν , σὸν βιβλίον ἐστιν.
Τί ἐστιν; > τὸ βιβλίον μου ἐστίν, τὸ βιβλίον σου ἐστίν.
1.
Alumno: Hola, maestro.
Maestro: Hola, Filipo. ¿Qué tal estás?
Alumno: Estoy bien, ¿Y tú?
Maestro: También yo estoy bien, pero ¿Quién es ese?
Alumno: Un amigo mío, se llama Fedro.
Maestro: Es guapo tu amigo.
Alumno: Sí que es guapo Fedro, maestro, y bueno.
Maestro: ¿Esa también es amiga tuya?
Alumno: Sí, se llama Helena.
Maestro: Es guapa tu amiga, Filipo.
Alumno: Sí que es guapa Helena, maestro, y buena.
Maestro: ¿Y eso qué es?
Alumno: Una pluma.
Maestro: ¿De quién es esa pluma?
Alumno: Esa pluma es mía.
Maestro: ¿De quién es la pluma?
Alumno: Es mi pluma.
Maestro: Así pues ¿Qué es?
Alumno: Es mi pluma.
Maestro: Bien dicho. ¿Y eso qué es?
Alumno: Es un estuche.
Maestro: ¿De quién es ese estuche?
Alumno: Ese estuche es mío.
Maestro: ¿De quién es el estuche?
Alumno: Es mi estuche.
Maestro: Así pues ¿Qué es?
Alumno: Es mi estuche.
Maestro: Bien dicho también ahora, ¿y eso?
Alumno: Un libro.
Maestro: ¿De quién?
Alumno: Mío.
Maestro: ¿También es tuyo ese libro?
Alumno: Ese libro no es mío sino de Helena.
Maestro: El libro de Helena y tu libro son parecidos.
Alumno: Sí, pues todos los libros son parecidos... ¡pero el mío es más bonito!
Maestro: Bien dicho, querido... el tuyo es más bonito.
