martes, 5 de enero de 2010

LA MINIBIBLIOTECA GRIEGA (2)


Vida de los diez oradores es un breve repaso por la vida y milagros del top ten de los oradores griegos. De entre todos ellos, he elegido la de Lisias por ser un autor conocido y "relativamente" sencillo (aunque engañosamente, como dice Plutarco mismo, κατὰ λέξιν εὔκολος, δυσμίμητος ὤν).

Como veréis, la vida de estos personajes está más cerca de una novela de aventuras que de la anodina rutina con la que identificamos la muy digna profesión de abogado... y la de Lisias no es una excepción.

Entre las curiosidades (como la de que estaba casado con una sobrina, cosa que escandalizaba a los romanos), nos cuenta Plutarco que en su época se conservaban ¡425 discursos del orador!... pero no os asustéis, que en seguida se impone el sentido común y nos aclara que "sólo" son auténticos 233. Actualmente se conservan 35, entre ellos el más famoso, que aparece mencionado aquí, Contra Erastóstenes (el tirano, no el cornudo).


texto para imprimir:

Mbg Plutarco Vida Oradores Lisias


texto editable


ΠΛΟΥΤΑΡΧΟΥ
ΒΙΟΙ ΤΩΝ ΔΕΚΑ ΡΗΤΟΡΩΝ


ΛΥΣΙΑΣ

Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου,
Συρακουσίου μὲν γένος μεταναστάντος δ' εἰς Ἀθήνας
ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου
πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέρον-
τα· ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα ὑπὸ
Γέλωνος ἐτυραννοῦντο. γενόμενος Ἀθήνησιν ἐπὶ Φιλο-
κλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον
ἔτος τῆς ὀγδοηκοστῆς [καὶ δευτέρας] ὀλυμπιάδος, τὸ μὲν
πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων·
ἐπεὶ δὲ τὴν εἰς Σύβαριν ἀποικίαν τὴν ὕστερον Θουρίους
μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ᾤχετο σὺν τῷ πρεσβυ-
τάτῳ ἀδελφῷ Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο,
Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτη-
κότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντε-
καίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος, κἀκεῖ διέμεινε παι-
δευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις,
κτησάμενός τ' οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο
ἕως Κλεοκρίτου τοῦ Ἀθήνησιν ἄρχοντος † ἔτη ἑξήκοντα
τρία τῷ δ' ἑξῆς † Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ
τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως
γενομένης τῶν τ' ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν
Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετ'
ἄλλων τριῶν. παραγενόμενος δ' Ἀθήνησιν ἐπὶ Καλλίου
τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων
κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι. τῆς δ' ἐν Αἰγὸς
ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παρα-
λαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρε-
θεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον· αὐτὸς δὲ
διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ᾗ ἐφυλάσσετο
ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις. ἐπιθεμένων δὲ τῶν
ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων
ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ
ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους
ἐμισθώσατο τριακοσίους, δύο τ' ἔπεισε τάλαντα δοῦναι
Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα. ἐφ' οἷς
γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθ-
οδον ἐπ' ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε
τὴν δωρεάν, ἀπενεγκαμένου δ' Ἀρχίνου γραφὴν παρα-
νόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφι-
σμα· καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν λοιπὸν
ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοή-
κοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα,
ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον
ὄντα. γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος.
φέρονται δ' αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων
γνησίους φασὶν οἱ περὶ Διονύσιον (Lys. 17) καὶ Καικίλιον
εἶναι διακοσίους τριάκοντα <καὶ τρεῖς>, ἐν οἷς δὶς μόνον
ἡττῆσθαι λέγεται. ἔστι δ' αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσμα-
τος, <ὃ> ἐγράψατο Ἀρχῖνος τὴν πολιτείαν αὐτοῦ περιελών,
καὶ κατὰ τῶν τριάκοντα ἕτερος (or. 12). ἐγένετο δὲ πιθα-
νώτατος καὶ βραχύτατος, [τοῖς ἰδιώταις] τοῖς πολλοῖς
λόγους ἐκδούς. εἰσὶ δ' αὐτῷ καὶ τέχναι ῥητορικαὶ πεποιη-
μέναι καὶ δημηγορίαι, ἐπιστολαί τε καὶ ἐγκώμια καὶ ἐπι-
τάφιοι καὶ ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία ἐστοχασμέ-
νη τῶν δικαστῶν. δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι,
δυσμίμητος ὤν. Δημοσθένης δ' ἐν τῷ κατὰ Νεαίρας λόγῳ
(or. 59, 21) ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας,
ὁμοδούλου τῇ Νεαίρᾳ· ὕστερον δ' ἔγημε Βραχύλλου τοῦ
ἀδελφοῦ θυγατέρα. μνημονεύει δ' αὐτοῦ καὶ Πλάτων ἐν τῷ
Φαίδρῳ (279a) ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρες-
βυτέρου. ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος
ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, δι' οὗ
φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὃ καὶ ἐκ τῶν ὑπὸ Πλά-
τωνος εἰρημένων ἀποδείκνυται· ἔχει δ' οὕτως·
’<νῦν> ὦ Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις·
τῷ γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντι καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαβόνθ' ἕτερον
δεῖ σ' ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον,
δόντα καταφθιμένῳ † καὶ σοφῷ † ἀθάνατον,
ὃς τό τ' ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι,
καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν.’
συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον
(fr. 18 Thalh.), τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον
(fr. 116 Thalh.)· καὶ ἀμφοτέροις ἐνίκα· ἀναδεξαμένου δ'
Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀνα-
λαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ
Λυσίου λόγου· καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος
ἐζημιώθη πλείστοις χρήμασιν. ἀνέγνω δὲ καὶ ἐν τῇ
Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας
τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.




2 comentarios:

Anónimo dijo...

¡Y en Unicode! ¡Eres el mejor!

Sito Yelás dijo...

je, je, pocos más torpes encontrarás que yo para esto de la informática. Lo he extraído con el Diogenes (recomendado por Raül)
γεια!