(Se agradecen las correcciones)
1
Μαθητής· Χαῖρε, ὦ διδάσκαλε.
Διδάσκαλος· Χαῖρε καὶ σύ, ὦ Φίλιππε. πῶς ἔχεις;
Μαθητής· Καλῶς ἔχω, καὶ σὺ;
Διδάσκαλος· Καὶ ἐγὼ καλῶς ἔχω. Τίς δ᾿ ἐστιν οὗτος;
Μαθητής· Φίλος μου, ὄνομα αὐτῷ Φαῖδρος.
Διδάσκαλος· Καλὸς ὁ φίλος σου.
Μαθητής· Καλὸς δὴ ὁ Φαῖδρος, ὧ διδάσκαλε, καὶ ἀγαθός.
Διδάσκαλος· Αὕτη δὲ καὶ φίλη σου ἐστίν;
Μαθητής· Ναί, ὄνομα αὐτῇ Ἑλένη.
Διδάσκαλος· Καλὴ ἡ φίλη σου, ὦ Φίλιππε.
Μαθητής· Καλὴ δὴ ἡ Ἑλένη, ὧ διδάσκαλε, καὶ ἀγαθή.
Διδάσκαλος· Τί δ᾿ ἐστι τοῦτο;
Μαθητής· Κάλαμος.
Διδάσκαλος· Τίνος ἐστὶν οὗτος ὁ κάλαμος;
Μαθητής· Ἐμὸς ἐστὶν οὗτος ὁ κάλαμος.
Διδάσκαλος· Τίνος κάλαμος ἐστίν;
Μαθητής· Ἐμὸς κάλαμός ἐστιν.
Διδάσκαλος· Τί οὖν ἐστιν;
Μαθητής· Ὁ κάλαμός μου ἐστίν.
Διδάσκαλος· Καλῶς εἶπες, τοῦτο δὲ τί ἐστιν;
Μαθητής· Θήκη ἐστίν.
Διδάσκαλος· Τίνος ἐστὶν αὕτη ἡ θήκη;
Μαθητής· Ἐμὴ ἐστὶν αὕτη ἡ θήκη.
Διδάσκαλος· Τίνος θήκη ἐστίν;
Μαθητής· Ἐμὴ θήκη ἐστίν.
Διδάσκαλος· Τί οὖν ἐστιν;
Μαθητής· Ἡ θήκη μου ἐστίν.
Διδάσκαλος· Καὶ νῦν καλῶς εἶπες. τοῦτο δὲ τί;
Μαθητής· Βιβλίον.
Διδάσκαλος· Τίνος;
Μαθητής· Ἐμόν.
Διδάσκαλος· Καὶ τοῦτο βιβλίον σόν ἐστιν;
Μαθητής· Οὐκ ἐμὸν ἀλλὰ τῆς Ἑλένης ἐστὶ τοῦτο τὸ βιβλίον.
Διδάσκαλος· Τὸ τῆς Ἑλήνης βιβλίον καὶ τὸ βιβλίον σου ὅμοια ἐστιν.
Μαθητής· Ναὶ, πάντα γὰρ τὰ βιβλία ὅμοια... ἀλλὰ τὸ ἐμὸν κάλλιον.
Διδάσκαλος· Καλῶς εἶπες, ὦ ἀγαθέ... τὸ σὸν κάλλιον.
Ἐν νῷ ἔχω·
Τίνος ἐστὶ τὸ βιβλίον; > ἐμόν ἐστιν τὸ βιβλίον, σόν ἐστιν τὸ βιβλίον.
Τίνος βιβλίον ἐστιν; > ἐμὸν βιβλίον ἐστιν , σὸν βιβλίον ἐστιν.
Τί ἐστιν; > τὸ βιβλίον μου ἐστίν, τὸ βιβλίον σου ἐστίν.
1.
Alumno: Hola, maestro.
Maestro: Hola, Filipo. ¿Qué tal estás?
Alumno: Estoy bien, ¿Y tú?
Maestro: También yo estoy bien, pero ¿Quién es ese?
Alumno: Un amigo mío, se llama Fedro.
Maestro: Es guapo tu amigo.
Alumno: Sí que es guapo Fedro, maestro, y bueno.
Maestro: ¿Esa también es amiga tuya?
Alumno: Sí, se llama Helena.
Maestro: Es guapa tu amiga, Filipo.
Alumno: Sí que es guapa Helena, maestro, y buena.
Maestro: ¿Y eso qué es?
Alumno: Una pluma.
Maestro: ¿De quién es esa pluma?
Alumno: Esa pluma es mía.
Maestro: ¿De quién es la pluma?
Alumno: Es mi pluma.
Maestro: Así pues ¿Qué es?
Alumno: Es mi pluma.
Maestro: Bien dicho. ¿Y eso qué es?
Alumno: Es un estuche.
Maestro: ¿De quién es ese estuche?
Alumno: Ese estuche es mío.
Maestro: ¿De quién es el estuche?
Alumno: Es mi estuche.
Maestro: Así pues ¿Qué es?
Alumno: Es mi estuche.
Maestro: Bien dicho también ahora, ¿y eso?
Alumno: Un libro.
Maestro: ¿De quién?
Alumno: Mío.
Maestro: ¿También es tuyo ese libro?
Alumno: Ese libro no es mío sino de Helena.
Maestro: El libro de Helena y tu libro son parecidos.
Alumno: Sí, pues todos los libros son parecidos... ¡pero el mío es más bonito!
Maestro: Bien dicho, querido... el tuyo es más bonito.
No hay comentarios:
Publicar un comentario