lunes, 28 de diciembre de 2009

LA MINIBIBLIOTECA GRIEGA (1)



Aquí reuniré poco a poco no esas grandes obras maestras de la literatura griega como Homero, Heródoto, Tucídides, Platón y demás, sino textos seleccionados por su brevedad y facilidad (siempre en relación con los anteriores) y no necesariamente por su calidad literaria, que también la tienen.

Los textos estan pensados para ser impresos a medio folio, en fasciculitos (que yo suelo encuadernar luego). por eso tiene la letra tan grande. De hecho, siempre me ha fastidiado la letra microscópica de las ediciones de Belles Lettres, Oxford y demás. Más vale que sobre... :)

Se admiten sugerencias, claro, ya que la idea es ir conociendo entre todos esos autores un tanto desconocidos o "despreciados", pero interesantes y útiles para el aprendizaje del griego.


Y para empezar, la biografia de Demóstenes escrita por Libanio (el maestro del emperador Juliano el apóstata). Un relato pintoresco donde se nos cuentan curiosidades del más grande orador de la Antigüedad (incluido lo de que recitaba con piedras en la boca o frente a las tempestades), una descripción de la época en la que le tocó vivir (que era lo mismo de siempre, todos contra todos) así como una breve clasificación de sus discursos... ¿alguien da más por sólo seis páginas?


Mbg Libanio Vida Demostenes

y aquí la versión editable en unicode

ΛΙΒΑΝΙΟΥ
βίος Δημοσθένους.

Ἐπειδή, κράτιστε ἀνθυπάτων Μόντιε, κατὰ τὸν Ὁμηρικὸν Ἀστεροπαῖον περιδέξιος τὰ εἰς λόγους ὢν πρωτεύεις μὲν ἐν τῇ Ῥωμαίων φωνῇ καὶ τῆς παρ' ἐκείνοις παιδείας ὁμολογουμένως τὸ πρεσβεῖον ἀνῄρησαι, ἀμελεῖς δὲ οὐδὲ τῆς Ἑλληνικῆς ἅτε καὶ ἐν αὐτῇ διὰ τὸ τῆς φύσεως μέγεθος ὑπερέχειν δυνάμενος, ἀλλὰ περί τε τοὺς ἄλλους διατρίβεις καὶ περὶ τὸν τελεώτατον τῶν Ἑλληνικῶν ῥητόρων τὸν Δημοσθένην καὶ δὴ καὶ ἡμᾶς ἐβουλήθης τὰς ὑποθέσεις τῶν τούτου λόγων ἀναγράψασθαί σοι, δεχόμεθα μὲν ἄσμενοι τὸ πρόσταγμα, ἴσμεν γὰρ ὅτι πλείω τὴν τιμὴν ἢ πόνον ἔχει, ἀρξόμεθα δὲ τοῦ συντάγματος ἀπὸ τοῦ βίου τοῦ ῥήτορος οὐχ ὅλον αὐτὸν διεξιόντες, περιττὸν γὰρ τοῦτο, ἀλλὰ τοσούτων μνημονεύοντες ὅσα δοκεῖ καὶ πρὸς κατάληψιν ἀκριβεστέραν τῶν λόγων συντελεῖν.

Δημοσθένει τοίνυν τῷ ῥήτορι πατὴρ ἦν Δημοσθένης ἀνεπίληπτος τῷ γένει δοκῶν, ὡς καὶ Αἰσχίνης ἐχθρὸς ὢν μαρτυρεῖ. εἴρηται γοῦν οὕτως αὐτοῖς ῥήμασι· <τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης ὁ Παιανιεύς, ἀνὴρ ἐλεύθερος, οὐ γὰρ δεῖ ψεύδεσθαι.> ἐργαστήριον δὲ οἰκετῶν μαχαιροποιῶν κεκτημένος ἐντεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε. τὸ μέντοι μητρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθαρῶς Ἀττικὸν Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ Ἀθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, οἰκήσαντος δὲ περὶ τὸν Πόντον κἀκεῖ γυναῖκα ἀγαγομένου Σκύθιν τὸ γένος, ἐξ ἧς ἦν τοῦ Δημοσθένους ἡ μήτηρ Κλεοβούλη. εἰς τοῦτο γοῦν ἄλλοι τε λελοιδορήκασι καὶ Αἰσχίνης εἰπὼν ὡς ἄρα εἴη <Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ.>

Περὶ μὲν οὖν τοῦ γένους αὐτοῦ τοσαῦτα εἰρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς κομιδῆ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώδης ὥστε μηδὲ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν. ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν ἐχθρῶν εἰς μαλακίαν ἐσκώπτετο καὶ Βάταλος ἐπωνυμίαν ἔσχεν. ἱστόρηται γάρ τινα Βάταλον Ἐφέσιον αὐλητὴν γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν. ἀπὸ τούτου δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν.

Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν. Καλλίστρατος ἦν Ἀθηναῖος ῥήτωρ ἔνδοξος. οὗτος ἔμελλε δημοσίαν τινὰ δίκην ἀγωνίζεσθαι, φασίν, οἶμαι, τὴν περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι παραβαλεῖν αὑτῷ τῇ δίκῃ, καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δὲ οὕτω διετέθη ὥστε ἀπ' ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι. διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄνδρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλε μὲν αὐτούς, οὐ μὴν ἠδυνήθη πάντα ἀπολαβεῖν ὅσα ἀπολωλέκει. τοὺς δὲ λόγους τοὺς ἐπιτροπικούς εἰσιν οἵ φασιν Ἰσαίου καὶ οὐ Δημοσθένους εἶναι διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες, ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν, ὅτε πρὸς τούτους ἠγωνίζετο, καὶ ὅτι δοκοῦσιν οἱ λόγοι τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος. ἕτεροι δὲ νομίζουσι συντετάχθαι μὲν ὑπὸ Δημοσθένους, διωρθῶσθαι δὲ ὑπὸ τοῦ Ἰσαίου. οὐδὲν δὲ θαυμαστὸν εἰ ὁ Δημοσθένης ἐδύνατο μὲν καὶ ἐπ' ἐκείνης τῆς ἡλικίας συγγράφειν τοιούτους λόγους, ἡ γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται, ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμίμηται. μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν. εἶτα ἀπαλλαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν.

Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος. ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ' ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα <τί ἐστι ῥητορική;> ἀπεκρίνατο ὅτι <ὑπόκρισις> δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χειρόνων ἥττων ἐφαίνετο. ἀλλὰ καὶ ταῦτα μελέτῃ κατώρθωσε καὶ ὅσα ἄλλα αὐτῷ πρὸς δημαγωγίαν ὑπῆν ἐλαττώματα. καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος ὥστε εὐθὺς ἐξίστασθαι. διὰ δὲ τοῦτό φασιν αὐτὸν ἄνεμον ῥαγδαῖον τηροῦντα καὶ κινουμένην σφοδρῶς τὴν θάλατταν παρὰ τοὺς αἰγιαλοὺς βαδίζοντα λέγειν καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθίζεσθαι φέρειν τὰς τοῦ δήμου καταβοάς. μνημονεύονται δὲ αὐτοῦ καὶ οἰκήσεις κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι' αἰσχύνην μὴ προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ διεπονεῖτο πρὸς φῶς περὶ λόγους. ὅθεν καὶ Πυθέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπόζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πικρῶς <οἶδα>, εἶπεν, <ὅτι σε λυπῶ λύχνον καίων>. διεβέβλητο γὰρ ὡς λωποδυτῶν νύκτωρ ὁ Πυθέας. καὶ μὴν ὅτι γε ὕδωρ ἐπετήδευε πίνειν, ἵνα ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολόγηται. παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτὲ ἐκ τῆς ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτο ἔλεγεν. ἐποίει δὲ τοῦτο δι' αἰτίαν τοιαύτην· ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώθει κινεῖν. ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ καὶ οὕτω τῷ δέει τῆς πληγῆς ἠδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος σχήματος.

Ἀναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλήνων καὶ τῶν Ἀθηναίων πράγματα, ὅτε ἐπὶ τὸ δημαγωγεῖν ἦλθε Δημοσθένης. Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοιωτίας μάχῃ νικήσαντες αὐτοὶ προῆλθον εἰς ἰσχὺν καὶ μετ' ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δὲ οἱ Φωκεῖς ἔθνος ὅμορον τῇ Βοιωτίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. οὗτοι δὲ καταλαβόντες τὸν τοῦ Πυθίου ναὸν πλησίον ὄντα ἐσύλησαν, ἀνθ' ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς. ἐπολέμουν δὲ καὶ Ἀθηναῖοι τὸν συμμαχικὸν κληθέντα πόλεμον. Χῖοι γὰρ καὶ Ῥόδιοι καὶ Βυζάντιοι πάλαι ποτὲ ὄντες ὑπήκοοι τῶν Ἀθηναίων τότε μετ' ἀλλήλων συστάντες καὶ συμμαχίαν ποιησάμενοι πρὸς αὐτοὺς ἐπολέμουν. καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη διῄρητο Ἀθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θηβαίων πρὸς Φωκέας καὶ Λακεδαιμονίων πρὸς Πελοποννησίους, κατὰ δὲ τοῦτον τὸν καιρὸν Φίλιππος ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρῆλθεν. Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξανδρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας πρὸς Ἰλλυριοὺς μαχόμενος, Φίλιππος δὲ ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρα καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν. Ἀθηναῖοι δὲ ἄρ' ἕτερόν τινα γένους μὲν ὄντα τοῦ βασιλικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φίλιππος ἐπιθέμενος ἐνίκησε μάχῃ. καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ' εὔνοιαν τῆς πόλεως οὐδὲ δι' ἐπιείκειαν τρόπου, ἀλλὰ .......

Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικανικόν, συμβουλευτικόν. τοῖν μὲν οὖν δυοῖν ἄκρος ἀγωνιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ τοῦ συμβουλευτικοῦ, ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν. πολὺ γὰρ τῆς ἐκείνου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγομεν, ἀλλὰ καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημοσθένης ὡμολόγηται, οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ' ἐκείνου ῥηθέντα πάνυ φαύλως καὶ ἀσθενῶς ἔχοντα. τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα <συμβουλευτικοί>, οἱ δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δὲ ἐπιγράφονται ἐκ τοῦ περὶ τῶν <Φιλίππου> πραγμάτων εἰρῆσθαι τὴν κλῆσιν λαβόντες. καὶ τῶν Φιλιππικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα.



5 comentarios:

cmaguirre dijo...

Me parece una gran idea, aunque creo que hoy en día lo mejor es publicarlo ya todo en UNICODE.

Soy de los que pienso que en muy poco tiempo todo el mundo -todo el mundo que lee, me refiero- se manejará con lectores de tinta electrónica, y ahí lo más normal es que se imponga el unicode.

Sito Yelás dijo...

Mi intención era poner también un texto editable en unicode, sí. El problema es que soy incapaz de convertir en fuentes unicode (que creo son las que aceptan las entradas del blog) las que usa mi lector del Thesaurum. Estoy en ello, a ver si en breve puedo añadirlo. Un saludo.

cmaguirre dijo...

¿Y no lo tienes en el Perseus?

Yo no lo manejo demasiado, pero creo que ahora mismo tiene una cantidad de opciones alucinante, y me parece que es bastante fácil extraer textos completos de muchísimos autores.

http://www.perseus.tufts.edu/hopper/

Raül dijo...

Está muy pero que muy bien el Diógenes: todos los textos están en Unicode, hay el Liedl & Scott, puedes hacer varias búsquedas, es gratis, también compatible en Linux...

http://www.dur.ac.uk/p.j.heslin/Software/Diogenes/

un saludo!

Sito Yelás dijo...

χαῖρε, cmaguirre. Gracias, conocía Perseus, sí. tiene muchos recursos, pero la selección de textos me parece muy de "altos vuelos". Actualmente prefiero cosas más sencillitas y, generalmente, de autores más tardíos.

χαῖρε καὶ σὺ, Raül. Me parece un lector muy bueno y con el L&S , así que paso a él !Muchas gracias! Lo único malo que le veo es que no se pueden copiar y pegar obras enteras (sólo deja hasta 100 lineas), pero, bueno, no es tampoco un gran inconveniente...

χαίρετε!!!